Ancient Greek · ~8 min
Section 15
Plutarch, Ἐρωτικός 15
Not analysed yet
ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι· δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἐν τέλει γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος, οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα ψυχαῖς. καὶ τὰ τοιαῦτα πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτʼ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτʼ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα. γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε;