Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Νομᾶς 15.3
Not analysed yet
πᾶσαν δὲ ὑπερβέβληκεν ἀτοπίαν τὸ ὑπὲρ τῆς τοῦ Διὸς ὁμιλίας ἱστορούμενον. μυθολογοῦσι γάρ εἰς τὸν Ἀβεντῖνον λόφον οὔπω μέρος ὄντα τῆς πόλεως οὐδὲ συνοικούμενον, ἀλλʼ ἔχοντα πηγάς τε δαψιλεῖς ἐν αὑτῷ καὶ νάπας σκιεράς, φοιτᾶν δύο δαίμονάς, Πῖκον καὶ Φαῦνον οὓς τὰ μὲν ἄλλα Σατύρων ἄν τις ἢ Πανῶν γένει προσεικάσειε, δυνάμει δὲ φαρμάκων καὶ δεινότητι τῆς περὶ τὰ θεῖα γοητείας λέγονται ταὐτὰ τοῖς ὑφʼ Ἑλλήνων προσαγορευθεῖσιν Ἰδαίοις Δακτύλοις σοφιζόμενοι περιϊέναι τὴν Ἰταλίαν.