Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Νομᾶς 15.4
Not analysed yet
τούτους φασὶ χειρώσασθαι τὸν Νομᾶν, οἴνῳ καὶ μέλιτι κεράσαντα τὴν κρήνην ἀφʼ ἧς ἔπινον συνήθως. ληφθέντας δὲ πολλὰς μὲν ἰδέας τρέπεσθαι καὶ μετεκδύεσθαι τὴν αὑτῶν φύσιν, ἀλλόκοτα φάσματα καὶ φοβερὰ τῆς ὄψεως προβαλλομένους· ἐπεὶ δὲ ἔγνωσαν ἑαλωκότες ἰσχυρὰν καὶ ἄφυκτον ἅλωσιν, ἄλλα τε προθεσπίσαι πολλὰ τῶν μελλόντων καὶ τὸν ἐπὶ τοῖς κεραυνοῖς ἐκδιδάξαι καθαρμόν, ὃς ποιεῖται μέχρι νῦν διὰ κρομμύων καὶ τριχῶν καὶ μαινίδων.