Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Νομᾶς 15.5
Not analysed yet
ἔνιοι δὲ οὐ τοὺς δαίμονάς φασὶν ὑποθέσθαι τὸν καθαρμόν, ἀλλʼ ἐκείνους μὲν καταγαγεῖν τὸν Δία μαγεύσαντας, τὸν δὲ θεὸν ὀργιζόμενον τῷ Νομᾷ προστάσσειν ὡς χρὴ γενέσθαι τὸν καθαρμὸν κεφαλαῖς· ὑπολαβόντος δὲ τοῦ Νομᾶ, κρομμύων; εἰπεῖν, ἀνθρώπων τὸν δὲ αὖθις ἐκτρέποντα τὸ τοῦ προστάγματος δεινὸν ἐπερέσθαι, θριξίν; ἀποκριναμένου δὲ τοῦ Διός, ἐμψύχοις, ἐπαγαγεῖν τὸν Νομᾶν, μαινίσι; ταῦτα λέγειν ὑπὸ τῆς Ἠγερίας δεδιδαγμένον.