Ancient Greek
Chapter 22
Plutarch, Νομᾶς 22.5
Not analysed yet
καὶ τῶν ἐπιθημάτων ἀποπεσόντων ἡ μὲν ἑτέρᾳ κενὴ παντάπασιν ὤφθη καὶ μέρος οὐδὲν οὐδὲ λείψανον ἔχουσα τοῦ σώματος, ἐν δὲ τῇ ἑτέρᾳ τῶν γραμμάτων εὑρεθέντων ἀναγνῶναι μὲν αὐτὰ λέγεται Πετίλιος στρατηγῶν τότε, πρὸς δὲ τὴν σύγκλητον κομίσαι, μὴ δοκεῖν αὐτῷ θεμιτὸν εἶναι λέγων μηδὲ ὅσιον ἔκπυστα πολλοῖς τὰ γεγραμμένα γενέσθαι· διὸ καὶ κομισθείσας εἰς τὸ Κομίτιον τὰς βίβλους κατακαῆναι.