Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Νομᾶς 22.6
Not analysed yet
πᾶσι μὲν οὖν ἕπεται τοῖς δικαίοις καὶ ἀγαθοῖς ἀνδράσι μείζων ὁ κατόπιν καὶ μετὰ τὴν τελευτὴν ἔπαινος, τοῦ φθόνου πολὺν χρόνον οὐκ ἐπιζῶντος, ἐν ίων δὲ καὶ προαποθνήσκοντος· οὐ μὴν ἀλλʼ ἐκείνου γε τὴν δόξαν αἱ τῶν ὕστερον βασιλέων τύχαι λαμπροτέραν ἐποίησαν, πέντε γάρ γενομένων μετʼ αὐτὸν ὁ μὲν ἔσχατος ἐκπεσὼν τῆς ἀρχῆς ἐν φυγῇ κατεγήρασε, τῶν δὲ τεσσάρων οὐδεὶς κατὰ φύσιν ἐτελεύτησεν, ἀλλʼ οἱ μὲν τρεῖς ἐπιβουλευθέντες ἐσφάγησαν,