Ancient Greek · ~2 min
Section 13
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 13
Not analysed yet
Ἡρακλῆς τοῦ Ἰόλης γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν. ἡ δʼ Ἰόλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν. συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν· καθάπερ ἱστορεῖ Νικίας Μαλλώτης. Ῥωμαῖοι πολεμοῦντες πρὸς Τούσκους ἐχειροτόνησαν Βασιλέως Τορκουᾶτον. οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δʼ ἐπόρθει τὴν πόλιν. ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς διέφθειρε, καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν. ;