Ancient Greek · ~4 min
Section 30
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 30
Not analysed yet
Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν. ʼ ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐνʼ ʼαἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν. Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δʼ ἐπελθόντες ἐνίκησαν. ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς ἈριστείδηςΜιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.