Ancient Greek · ~1 min
Section 38
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 38
Not analysed yet
Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε. μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος. Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων διʼ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τοὺς ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος ἐν τρίτῳ Ἰταλικῶν.