Ancient Greek · ~3 min
Section 4
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 4
Not analysed yet
Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. εὐωχουμένοις δʼ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος· καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους, οὕτως ἀριστᾶτε ὡς ἐν Ἅιδου δειπνήσοντες καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων καὶ πολλοῖς περιπαρεὶς δόρασιν ἀνέβη ἐπὶ τὸν Ξέρξην καὶ τὸ διάδημα ἀφείλετο. οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν καὶ εὗρε δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν. Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον Μάξιμον. συμβαλὼν δʼ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.