Ancient Greek · ~2 min
Section 7
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 7
Not analysed yet
Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου, κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν. Τοῦλλος Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δʼ ὡς ἡττωμένου εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.