Ancient Greek
Section intro
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Section intro
Not analysed yet
τὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους τυγχάνειν εὑρὼν δʼ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια, τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.