Ancient Greek · ~2 min
15.4 to 15.5
Plutarch, Πελοπίδας 15.4-5
Not analysed yet
ἐγένοντο μὲν οὖν καί περὶ Πλαταιὰς καί Θεσπιὰς ἧτται καί φυγαὶ τῶν Λακεδαιμονίων, ὅπου καί Φοιβίδας ὁ τὴν Καδμείαν καταλαβὼν ἀπέθανε, πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν. ἀλλʼ οὗτοι μὲν οἱ ἀγῶνες ὥσπερ τοὺς κρατοῦντας εἰς φρόνημα καί θάρσος προῆγον, οὕτως τῶν ἡσσωμένων οὐ παντάπασιν ἐδουλοῦντο τὴν γνώμην· οὐ γὰρ ἐκ παρατάξεως ἦσαν οὐδὲ μάχης ἐμφανῆ κατάστασιν ἐχούσης καί νόμιμον, ἐκδρομὰς δὲ προσκαίρους τιθέμενοι, καί φυγὰς ἢ διώξεις ἐπιχειροῦντες αὐτοῖς καί συμπλεκόμενοι κατώρθουν.