Ancient Greek · ~3 min
16.1 to 16.2
Plutarch, Πελοπίδας 16.1-2
Not analysed yet
ὁ δὲ περὶ Τεγύρας τρόπον τινὰ τοῦ Λευκτρικοῦ προαγὼν γενόμενος μέγαν ἦρε δόξῃ τὸν Πελοπίδαν, οὔτε πρὸς κατόρθωμα τοῖς συστρατήγοις ἀμφισβήτησιν οὔτε τῆς ἥττης πρόφασιν τοῖς πολεμίοις ἀπολιπών. τῇ γὰρ Ὀρχομενίων πόλει τὰ Σπαρτιατῶν ἑλομένῃ καὶ δύο δεδεγμένῃ μόρας αὐτῶν ὑπὲρ ἀσφαλείας ἐπεβούλευε μὲν ἀεὶ καὶ παρεφύλαττε καιρόν, ὡς δὲ ἤκουσε τοῖς φρουροῖς εἰς τὴν Λοκρίδα γεγενῆσθαι στρατείαν ἐλπίσας ἔρημον αἱρήσειν τὸν Ὀρχομενὸν ἐστράτευσεν, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἱερὸν λόχον καὶ τῶν ἱππέων οὐ πολλούς, ἐπεὶ δὲ πρὸς τὴν πόλιν προσαγαγὼν εὗρεν ἥκουσαν ἐκ Σπάρτης διαδοχὴν τῆς φρουρᾶς, ἀπῆγεν ὀπίσω τὸ στράτευμα πάλιν διὰ Τεγυρῶν, ᾗ μόνῃ βάσιμον ἦν κύκλῳ παρὰ τὴν ὑπώρειαν.