Ancient Greek · ~1 min
Chapter 11
Plutarch, Φιλοποίμην 11.1
Not analysed yet
λέγεται δὲ τῆς τῶν Νεμείων πανηγύρεως συνεστώσης στρατηγοῦντα τὸν Φιλοποίμενα τὸ δεύτερον καὶ νενικηκότα μὲν οὐ πάλαι τὴν ἐν Μαντινείᾳ μάχην, τότε δὲ σχολὴν ἄγοντα διὰ τὴν ἑορτήν, πρῶτον μὲν ἐπιδεῖξαι τοῖς Ἕλλησι κεκοσμημένην τὴν φάλαγγα καὶ κινουμένην, ὥσπερ εἴθιστο, τοὺς τακτικοὺς ῥυθμοὺς μετὰ τάχους καὶ ῥώμης·