Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Φιλοποίμην 11.2
Not analysed yet
ἔπειτα κιθαρῳδῶν ἀγωνιζομένων εἰς τὸ θέατρον παρελθεῖν ἔχοντα τοὺς νεανίσκους ἐν ταῖς στρατιωτικαῖς χλαμύσι καὶ τοῖς φοινικοῖς ὑποδύταις, ἀκμάζοντάς τε τοῖς σώμασιν ἅπαντας καὶ ταῖς ἡλικίαις παραλλήλους, αἰδῶ δὲ πολλὴν πρὸς τὸν ἄρχοντα καὶ φρόνημα νεανικὸν ὑποφαίνοντας ἐκ πολλῶν καὶ καλῶν ἀγώνων ἄρτι δʼ αὐτῶν εἰσεληλυθότων κατὰ τύχην Πυλάδην τὸν κιθαρῳδὸν ᾄδοντα τοὺς Τιμοθέου Πέρσας ἐνάρξασθαι κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον·