Ancient Greek
Chapter 5
Plutarch, Φιλοποίμην 5.1
Not analysed yet
ἤδη δὲ αὐτοῦ τριάκοντα ἔτη γεγονότος Κλεομένης ὁ βασιλεὺς Λακεδαιμονίων νυκτὸς ἐξαίφνης προσπεσὼν τῇ Μεγάλῃ πόλει καὶ τὰς φυλακὰς βιασάμενος ἐντὸς παρῆλθε καὶ τήν ἀγορὰν κατέλαβεν. ἐκβοηθήσας δὲ Φιλοποίμην τοὺς μὲν πολεμίους οὐ κατίσχυσεν ἐξελάσαι, καίπερ ἐρρωμένως καὶ παραβόλως διαγωνισάμενος, τοὺς δὲ πολίτας τρόπον τινὰ τῆς πόλεως ἐξέκλεψε, προσμαχόμενος τοῖς ἐπιδιώκουσι καὶ τὸν Κλεομένην περισπῶν ἐφʼ ἑαυτόν, ὡς χαλεπῶς καὶ μόλις ὕστατος ἀπελθεῖν, ἀποβαλὼν τὸν ἵππον καὶ τραυματίας γενόμενος.