Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Φιλοποίμην 5.2
Not analysed yet
ἐπεὶ δὲ προσέπεμψεν αὐτοῖς ὁ Κλεομένης εἰς Μεσσήνην ἀπελθοῦσι τήν τε πόλιν μετὰ τῶν χρημάτων ἀποδιδοὺς καὶ τήν χώραν, ὁρῶν ὁ Φιλοποίμην τοὺς πολίτας ἀσμένως δεχομένους καὶ σπεύδοντας ἐπανελθεῖν ἐνέστη καὶ διεκώλυσε τῷ λόγῳ, διδάσκων ὡς οὐκ ἀποδίδωσι τήν πόλιν Κλεομένης, προσκτᾶται δὲ τοὺς πολίτας ἐπὶ τῷ καὶ τήν πόλιν ἔχειν βεβαιότερον οὐ γὰρ ἕξειν αὐτόν ὅπως οἰκίας καὶ τείχη κενὰ φυλάξει καθήμενος, ἀλλὰ καὶ τούτων ὑπʼ ἐρημίας ἐκπεσεῖσθαι. ταῦτα λέγων τοὺς μὲν πολίτας ἀπέτρεψε, τῷ δὲ Κλεομένει πρόφασιν παρέσχε λυμήνασθαι καὶ καταβαλεῖν τὰ πλεῖστα τῆς πόλεως καὶ χρημάτων εὐπορήσαντι μεγάλων ἀπελθεῖν.