Ancient Greek
3.1 to 3.2
Plutarch, Φωκίων 3.1-2
Not analysed yet
ταῦτα δὲ καὶ Κάτωνι τῷ νέῳ συνέβη, καὶ γὰρ οὗτος οὐ πιθανὸν ἔσχεν οὐδὲ προσφιλὲς ὄχλῳ τὸ ἦθος, οὐδὲ ἤνθησεν ἐν τῇ πολιτείᾳ πρὸς χάριν· ἀλλʼ ὁ μὲν Κικέρων φησὶν αὐτὸν ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ καὶ οὐκ ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ τῆς ὑπατείας ἐκπεσεῖν, ἐμοὶ δὲ ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς. ὡς γὰρ ἐκείνους ἡδέως ὁρῶντες καὶ θαυμάζοντες οὐ χρῶνται, οὕτως ἡ Κάτωνος ἀρχαιοτροπία διὰ χρόνων πολλῶν ἐπιγενομένη βίοις διεφθορόσι καὶ πονηροῖς ἔθεσι δόξαν μὲν εἶχε μεγάλην καὶ κλέος, οὐκ ἐνήρμοσε δὲ ταῖς χρείαις διὰ βάρος καὶ μέγεθος τῆς ἀρετῆς ἀσύμμετρον τοῖς καθεστῶσι καιροῖς.