Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Φωκίων 3.3
Not analysed yet
καὶ γὰρ αὐτὸς οὐ κεκλιμένης μὲν ἤδη τῆς πατρίδος, ὥσπερ ὁ Φωκίων, πολὺν δὲ χειμῶνα καὶ σάλον ἐχούσης, ὅσον ἱστίων καὶ κάλων ἐπιλαβέσθαι καὶ παραστῆναι τοῖς πλέον δυναμένοις πολιτευσάμενος, οἰάκων δὲ καὶ κυβερνήσεως ἀπωσθείς, ὅμως μέγαν ἀγῶνα τῇ τύχῃ περιέστησεν. εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα καὶ τὴν Κάτωνος ἀρετήν·