Ancient Greek · ~2 min
Chapter 34
Plutarch, Φωκίων 34.5
Not analysed yet
ἐπεὶ δὲ οὐθὲν μᾶλλον ἤκουον, ἐγγυτέρω προσελθών, ἐγὼ μὲν, εἶπεν, ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ· τούτους δέ, ἄνδρες Ἀθηναῖοι, διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας; ἀποκριναμένων δὲ πολλῶν, ὅτι σοὶ φίλοι εἰσίν, ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δὲ Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθʼ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν.