Ancient Greek · ~1 min
Chapter 35
Plutarch, Φωκίων 35.1
Not analysed yet
ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος ἠξίουν τινὲς προσγράφειν ὅπως καί στρεβλωθεὶς Φωκίων ἀποθάνοι, καί τὸν τροχὸν εἰσφέρειν καί τοὺς ὑπηρέτας καλεῖν προσέταττον. ὁ δὲ Ἁγνωνίδης καί τὸν Κλεῖτον ὁρῶν δυσχεραίνοντα καί τὸ πρᾶγμα βαρβαρικὸν εἶναι καί μιαρὸν ἡγούμενος, ὅταν, ἔφη, Καλλιμέδοντα τὸν μαστιγίαν λάβωμεν, ὦ ἄνδρες Ἀθηναῖοι, στρεβλώσομεν· περὶ δὲ Φωκίωνος οὐδὲν ἐγὼ γράφω τοιοῦτον.