Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Φωκίων 4.1
Not analysed yet
τὸ μὲν οὖν Κάτωνος ὡμολόγηται γένος ἐκ λαμπρῶν ὑπάρχειν, ὡς λεχθήσεται· Φωκίωνα δὲ τεκμαίρομαι μὴ παντάπασιν εἶναι γένους ἀτίμου καὶ καταπεπτωκότος. εἰ γὰρ ἦν, ὥς φησιν Ἰδομενεύς, δοιδυκοποιοῦ πατρός, οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερείδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατʼ αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν, οὐδʼ ἂν οὕτως ἐλευθερίου βίου καὶ σώφρονος παιδείας μετέσχεν ὥστε τῆς Πλάτωνος ἔτι μειράκιον ὤν, ὕστερον δὲ τῆς Ξενοκράτους διατριβῆς, ἐν Ἀκαδημείᾳ μετασχεῖν, καὶ τῶν ἀρίστων ἐξ ἀρχῆς ἐπιτηδευμάτων ζηλωτὴς γενέσθαι.