Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Φωκίων 4.2
Not analysed yet
Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν, οὐδʼ ἐν βαλανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις, οὐδὲ ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε τύχοι περιβεβλημένος, ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρατείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν, εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς στρατευομένους σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.