Ancient Greek · ~2 min
ΖΗΤΗΜΑ Η′.
Plutarch, Πλατωνικὰ ζητήματα 2-6
Not analysed yet
ἢ τούτοις μὲν ἀντίκειται πολλὰ τῶν ὁμολογουμένως ἀρεσκόντων τἀνδρί· μεταγραπτέον δὲ τὸ χρόνου χρόνῳ λαμβάνοντα ἀντὶ τῆς γενικῆς τὴν δοτικήν, καὶ δεκτέον ὄργανα μὴ τοὺς ἀστέρας ἀλλὰ τὰ σώματα τῶν ζῴων λέγεσθαι; καθάπερ Ἀριστοτέλης ὡρίσατο τὴν ψυχὴν πρώτην ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥστε τοιοῦτον εἶναι τὸν λόγον· αἱ ψυχαὶ εἰς τὰ προσήκοντα ὀργανικὰ σώματα ἐν χρόνῳ κατεσπάρησαν. ἀλλὰ καὶ τοῦτο παρὰ τὴν δόξαν ἐστίν· οὐ γὰρ ἅπαξ ἀλλὰ πολλάκις ὄργανα χρόνου τοὺς ἀστέρας εἴρηκεν, ὅπου καὶ τὸν ἥλιον αὐτὸν εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονέναι φησὶ μετὰ τῶν ἄλλων πλανήτων.