Ancient Greek
ΖΗΤΗΜΑ Ι′.
Plutarch, Πλατωνικὰ ζητήματα 7-2
Not analysed yet
τάς γε μὴν προθέσεις ἔστιν ἐπικράνοις καὶ βάσεσι καὶ ὑποθέμασιν, ὡς οὐ λόγους ἀλλὰ περὶ τοὺς λόγους μᾶλλον οὔσας, ὁμοιοῦν. ὅρα δὲ μὴ κόμμασι καὶ θραύσμασιν ὀνομάτων ἐοίκασιν, ὥσπερ γραμμάτων σπαράγμασι καὶ κεραίαις οἱ σπεύδοντες γράφουσι· τὸ γάρ ἐμβῆναι καὶ ἐκβῆναι συγκοπὴ προφανής ἐστι τοῦ ἐντὸς βῆναι καὶ τοῦ ἐκτὸς βῆναι ,καὶ τὸ προγενέσθαι τοῦ πρότερον γενέσθαι ,καὶ τὸ καθίζειν τοῦ κάτω ἵζειν · ὥσπερ ἀμέλει τὸ λίθους βάλλειν καὶ τοίχους ὀρύσσειν λιθοβολεῖν καὶ τοιχωρυχεῖν ἐπιταχύνοντες καὶ σφίγγοντες τὴν φράσιν λέγουσι.