Ancient Greek · ~1 min
Chapter 30
Plutarch, Πομπήϊος 30.6
Not analysed yet
ὡς ἄρα κρεῖττον ἦν ἕνα τῶν ἀδόξων γενέσθαι, εἰ μηδέποτε παύσομαι στρατευόμενος μηδὲ τὸν φθόνον τοῦτον ἐκδὺς ἐν ἀγρῷ διαιτήσομαι μετὰ τῆς γυναικός. ἐφʼ οἷς λεγομένοις οὐδʼ οἱ πάνυ συνήθεις ἔφερον αὐτοῦ τὴν εἰρωνείαν, γινώσκοντες ὅτι τῆς ἐμφύτου φιλοτιμίας καὶ φιλαρχίας ὑπέκκαυμα τὴν πρὸς Λεύκολλον ἔχων διαφορὰν μειζόνως ἔχαιρεν.