Ancient Greek · ~4 min
31.1 to 31.3
Plutarch, Πομπήϊος 31.1-3
Not analysed yet
ἀμέλει δὲ καὶ τὰ ἔργα ταχέως αὑτὸν ἀπεκάλυπτε, πανταχοῦ γὰρ ἐκτιθεὶς διαγράμματα τοὺς στρατιώτας ἀνεκαλεῖτο καὶ μετεπέμπετο τοὺς ὑπηκόους δυνάστας καὶ βασιλεῖς ὡς ἑαυτόν, ἐπιών τε τὴν χώραν οὐδὲν ἀκίνητον εἴα τῶν ὑπὸ τοῦ Λευκόλλου γεγονότων, ἀλλὰ καὶ κολάσεις ἀνῆκε πολλοῖς καὶ δωρεὰς ἀφείλετο καὶ πάντα ὅλως ἔπραττεν ἐπιδεῖξαι τὸν ἄνδρα φιλονεικῶν τοῖς θαυμάζουσιν οὐδενὸς ὄντα κύριον. ἐγκαλοῦντος δʼ ἐκεῖνον διὰ τῶν φίλων, ἔδοξε συνελθεῖν εἰς ταὐτό· καὶ συνῆλθον περὶ τὴν Γαλατίαν. οἷα δὲ μεγίστων στρατηγῶν καὶ μέγιστα κατωρθωκότων δάφναις ἀνεστεμμένας ἔχοντες ὁμοῦ καὶ τὰς ῥάβδους οἱ ὑπηρέται ἀπήντων ἀλλὰ Λεύκολλος μὲν ἐκ τόπων χλοερῶν καὶ κατασκίων προσῄει, Πομπήϊος δὲ πολλὴν ἄδενδρον καὶ κατεψυγμένην ἔτυχε διεληλυθώς. ἰδόντες οὖν οἱ τοῦ Λευκόλλου ῥαβδοφόροι τὸν Πομπηΐου τὰς δάφνας ἀθαλλεῖς καὶ μεμαραμμένας παντάπασιν, ἐκ τῶν ἰδίων προσφάτων οὐσῶν μεταδιδόντες ἐπεκόσμησαν καὶ κατέστεψαν τὰς ἐκεῖνον ῥάβδους. ὃ σημεῖον ἔδοξεν εἶναι τοῦ τὰ Λευκόλλου νικητήρια καὶ τὴν δόξαν οἰσόμενον ἔρχεσθαι Πομπήϊον.