Ancient Greek · ~3 min
31.5 to 31.7
Plutarch, Πομπήϊος 31.5-7
Not analysed yet
καὶ Λεύκολλος μὲν ἐν Γαλατίᾳ διέγραψε χώρας τῆς αἰχμαλώτου καὶ δωρεὰς ἄλλας οἷς ἐβούλετο, Πομπήϊος δὲ μικρὸν ἀπωτέρω στρατοπεδεύσας ἐκώλυε προσέχειν αὐτῷ, καὶ τοὺς στρατιώτας ἅπαντας ἀφείλετο πλὴν χιλίων ἑξακοσίων, οὓς ἐνόμιζεν ὑπʼ αὐθαδείας ἀχρήστους μὲν ἑαυτῷ, τῷ Λευκόλλῳ δὲ δυσμενεῖς εἶναι. πρὸς δὲ τούτοις διασύρων τὰ ἔργα ἐμφανῶς ἔλεγε τραγῳδίαις καὶ σκιαγραφίαις πεπολεμηκέναι βασιλικαῖς τὸν Λεύκολλον, αὑτῷ δὲ πρὸς ἀληθινὴν καὶ σεσωφρονισμένην τὸν ἀγῶνα λείπεσθαι δύναμιν, εἰς θυρεοὺς καὶ ξίφη καὶ ἵππους Μιθριδάτου καταφεύγοντος, ἀμυνόμενος δὲ ὁ Λεύκολλος εἰδώλῳ καὶ σκιᾷ πολέμου τὸν Πομπήϊον ἔφη μαχούμενον βαδίζειν, εἰθισμένον ἀλλοτρίοις νεκροῖς, ὥσπερ ὄρνιν ἀργόν, ἐπικαταίρειν καὶ λείψανα πολέμων σπαράσσειν. οὕτω γὰρ αὑτὸν ἐπιγράψαι Σερτωρίῳ, Λεπίδῳ, τοῖς Σπαρτακείοις, τὰ μὲν Κράσσου, τὰ δὲ Μετέλλου, τὰ δὲ Κάτλου κατωρθωκότος. ὅθεν οὐ θαυμάζειν εἰ τῶν Ἀρμενιακῶν καὶ Ποντικῶν πολέμων ὑποβάλλεται τὴν δόξαν, ἄνθρωπος ἑαυτὸν εἰς δραπετικὸν θρίαμβον ἁμῶς γέ πως ἐμβαλεῖν μηχανησάμενος.