Ancient Greek · ~3 min
32.1 to 32.3
Plutarch, Πομπήϊος 32.1-3
Not analysed yet
ἐκ τούτου Λεύκολλος μὲν ἀπῆρε, Πομπήϊος δὲ τῷ στόλῳ παντὶ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ διαλαβών, αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην, ἔχοντα τρισμυρίους πεζοὺς ἐν φάλαγγι καὶ δισχιλίους ἱππεῖς, μάχεσθαι δὲ μὴ θαρροῦντα. καὶ πρῶτον μὲν αὐτοῦ καρτερὸν ὄρος καὶ δύσμαχον, ἐν ᾧ στρατοπεδεύων ἔτυχεν, ὡς ἄνυδρον ἐκλιπόντος, αὐτὸ τοῦτο κατασχὼν ὁ Πομπήϊος, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ἐκέλευσεν ἐκβαλεῖν πανταχοῦ φρέατα, καὶ μεστὸν ἦν εὐθὺς ὕδατος ἀφθόνου τὸ στρατόπεδον, ὥστε θαυμάζειν εἰ τῷ παντὶ χρόνῳ τοῦτο Μιθριδάτης ἠγνόησεν. ἔπειτα περιστρατοπεδεύσας περιετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τετταράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστάτης δυνάμεως, κτείνας τοὺς ἀχρήστους καὶ νοσοῦντας. εἶτα μέντοι περὶ τὸν Εὐφράτην καταλαβὼν αὐτὸν ὁ Πομπήϊος παρεστρατοπέδευσε· καὶ δεδιὼς μὴ φθάσῃ περάσας τὸν Εὐφράτην, ἐκ μέσων νυκτῶν ἐπῆγεν ὠιτλισμένην τὴν στρατιάν·