Ancient Greek · ~2 min
57.1 to 57.2
Plutarch, Πομπήϊος 57.1-2
Not analysed yet
ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὑτοῦ σωτήρια, μιμουμένων δὲ τούτους τῶν προσοίκων καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφʼ ἡμέρας πολλὰς ἑώρταζε. τοὺς δὲ ἀπαντῶντας πανταχόθεν οὐδεὶς ἐχώρει τόπος, ἀλλὰ ὁδοί τε κατεπίμπλαντο καὶ κῶμαι καὶ λιμένες εὐωχουμένων καὶ θυόντων. πολλοὶ δὲ καὶ στεφανηφοροῦντες ὑπὸ λαμπάδων ἐδέχοντο καὶ παρέπεμπον ἀνθοβολούμενον, ὥστε τὴν κομιδὴν αὑτοῦ καὶ πορείαν θέαμα κάλλιστον εἶναι καὶ λαμπρότατον.