Ancient Greek
Chapter 57
Plutarch, Πομπήϊος 57.3
Not analysed yet
οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι, φρόνημα γὰρ εἰσῆλθεν ὑπεραῖρον ἅμα τῷ μεγέθει τῆς χαρᾶς τοὺς ἀπὸ τῶν πραγμάτων λογισμούς· καὶ τὴν εἰς ἀσφαλὲς ἀεὶ τὰ εὐτυχήματα καὶ τὰς πράξεις αὑτοῦ θεμένην εὐλάβειαν προέμενος εἰς ἄκρατον ἐξέπεσε θράσος καὶ περιφρόνησιν τῆς Καίσαρος δυνάμεως, ὡς οὔτε ὅπλων ἐπʼ αὐτὸν οὔτε τινὸς ἐργώδους πραγματείας δεησόμενος, ἀλλὰ πολὺ ῥᾷον καθαιρήσων ἢ πρότερον ηὔξησε τὸν ἄνδρα.