Ancient Greek
68.1 to 68.2
Plutarch, Πομπήϊος 68.1-2
Not analysed yet
ἀλλʼ ὅμως ἐγκείμενοι καὶ θορυβοῦντες, ἐπεὶ κατέβησαν εἰς τὸ Φαρσάλιον πεδίον, ἠνάγκασαν βουλὴν προθεῖναι τὸν Πομπήϊον, ἐν ᾗ Λαβιηνὸς ὁ τῶν ἱππέων ἄρχων πρῶτος ἀναστὰς ὤμοσε μὴ ἀναχωρήσειν ἐκ τῆς μάχης, εἰ μὴ τρέψαιτο τοὺς πολεμίους· τὰ δὲ αὐτὰ καὶ πάντες ὤμνυσαν. τῆς δὲ νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτόν κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν ἱερὸν Ἀφροδίτης νικηφόρου πολλοῖς λαφύροις. καὶ τὰ μὲν ἐθάρρει, τὰ δὲ ὑπέθραττεν αὐτὸν ἡ ὄψις, δεδοικότα μὴ τῷ γένει τῷ Καίσαρος εἰς Ἀφροδίτην ἀνήκοντι δόξα καὶ λαμπρότης ἀπʼ αὐτοῦ γένηται· καὶ πανικοί τινες θόρυβοι διᾴττοντες ἐξανέστησαν αὐτόν.