Ancient Greek · ~2 min
Chapter 68
Plutarch, Πομπήϊος 68.3
Not analysed yet
ἑωθινῆς δὲ φυλακῆς ὑπὲρ τοῦ Καίσαρος στρατοπέδου πολλὴν ἡσυχίαν ἄγοντος ἐξέλαμψε μέγα φῶς, ἐκ δὲ τούτου λαμπὰς ἀρθεῖσα φλογοειδὴς ἐπὶ τὸ Πομπηΐου κατέσκηψε· καὶ τοῦτο ἰδεῖν φησι Καῖσαρ αὐτὸς ἐπιὼν τὰς φυλακάς. ἅμα δὲ ἡμέρᾳ, μέλλοντος αὐτοῦ πρὸς Σκοτοῦσαν ἀναζευγνύειν καὶ τὰς σκηνὰς τῶν στρατιωτῶν καθαιρούντων καὶ προπεμπόντων ὑποζύγια καὶ θεράποντας, ἧκον οἱ σκοποὶ φράζοντες ὅπλα πολλὰ καθορᾶν ἐν τῷ χάρακι τῶν πολεμίων διαφερόμενα, καὶ κίνησιν εἶναι καὶ θόρυβον ἀνδρῶν ἐπὶ μάχην ἐξιόντων.