Ancient Greek · ~3 min
70.3 to 70.4
Plutarch, Πομπήϊος 70.3-4
Not analysed yet
πολὺ δὲ καί Σκυθία λειπόμενον ἔργον καί Ἰνδοί, καὶ πρόφασις οὐκ ἄδοξος ἐπὶ ταῦτα τῆς πλεονεξίας ἡμερῶσαι τὰ βαρβαρικά, τίς δʼ ἂν ἢ Σκυθῶν ἵππος ἢ τοξεύματα Πάρθων ἢ πλοῦτος Ἰνδῶν ἐπέσχε μυριάδας ἑπτὰ Ῥωμαίων ἐν ὅπλοις ἐπερχομένας Πομπηΐου καί Καίσαρος ἡγουμένων, ὧν ὄνομα πολὺ πρότερον ἤκουσαν ἢ τὸ Ῥωμαίων; οὕτως ἄμικτα καί ποικίλα καί θηριώδη φῦλα νικῶντες ἐπῆλθον. τότε δὲ ἀλλήλοις μαχούμενοι συνῄεσαν, οὐδὲ τὴν δόξαν αὑτῶν, διʼ ἣν τῆς πατρίδος ἠφείδουν, οἰκτείραντες, ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων. ἡ μὲν γὰρ γενομένη συγγένεια καί τὰ Ἰουλίας φίλτρα καί γάμος ἐκεῖνος εὐθὺς ἦν ἀπατηλὰ καί ὕποπτα κοινωνίας ἐπὶ χρείᾳ συνισταμένης ὁμηρεύματα, φιλίας δʼ ἀληθινῆς οὐ μετέσχεν.