Ancient Greek · ~2 min
71.1 to 71.2
Plutarch, Πομπήϊος 71.1-2
Not analysed yet
ὡς δʼ οὖν τὸ Φαρσάλιον πεδίον ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ἀνεπέπληστο καὶ μάχης ἤρθη παρʼ ἀμφοτέρων σημεῖα, πρῶτος ἐκ τῆς Καίσαρος φάλαγγος ἐξέδραμε Γάϊος Κρασσιανός, ἀνδρῶν ἑκατὸν εἴκοσι λοχαγῶν, μεγάλην ἀποδιδοὺς ὑπόσχεσιν Καίσαρι. πρῶτον γὰρ αὐτὸν ἐξιὼν τοῦ χάρακος εἶδε, καὶ προσαγορεύσας ἤρετο πῶς φρονοίη περὶ τῆς μάχης, ὁ δὲ τὴν δεξιὰν προτείνας ἀνεβόησε· νικήσεις λαμπρῶς, ὦ Καῖσαρ· ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ νεκρὸν ἐπαινέσεις. τούτων τῶν λόγων μεμνημένος ἐξώρμησε καὶ συνεπεσπάσατο πολλοὺς καὶ προσέβαλε κατὰ μέσους τοὺς πολεμίους.