Ancient Greek
Chapter 73
Plutarch, Πομπήϊος 73.1
Not analysed yet
Πομπήϊος δὲ μικρὸν ἔξω τοῦ χάρακος προελθὼν τὸν μὲν ἵππον ἀφῆκεν, ὀλίγων δὲ κομιδῇ περὶ αὑτὸν ὄντων, ὡς οὐδεὶς ἐδίωκεν, ἀπῄει καθʼ ἡσυχίαν, ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν,