Ancient Greek · ~4 min
73.2 to 73.4
Plutarch, Πομπήϊος 73.2-4
Not analysed yet
ὁ πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζητοῦντας τοὺς πολεμίους, παραμειψάμενος δὲ Λάρισσαν, ὡς ἦλθεν ἐπὶ τὰ Τέμπη, καταβαλὼν ἑαυτὸν ἐπὶ στόμα δεδιψηκὼς ἔπινε τοῦ ποταμοῦ, καὶ πάλιν ἀναστὰς ἐβάδιζε διὰ τῶν Τεμπῶν, ἄχρι οὗ κατῆλθεν ἐπὶ θάλατταν. ἐκεῖ δὲ τῆς νυκτὸς τὸ λοιπὸν ἀναπαυσάμενος ἐν καλυβίῳ τινὶ σαγηνέων, καὶ περὶ τὸν ὄρθρον ἐπιβὰς ποταμίου πλοίου, καὶ τῶν ἑπομένων τοὺς ἐλευθέρους ἀναλαβὼν, τοὺς δὲ θεράποντας ἀπιέναι πρὸς Καίσαρα κελεύσας καὶ μὴ δεδιέναι, παρὰ γῆν κομιζόμενος εἶδεν εὐμεγέθη φορτηγὸν ἀνάγεσθαι μέλλουσαν, ἧς ἐναυκλήρει Ῥωμαῖος ἀνὴρ οὐ πάνυ Πομπηΐῳ συνήθης, γινώσκων δὲ τὴν ὄψιν αὐτοῦ· Πετίκιος ἐπεκαλεῖτο. τούτῳ συνεβεβήκει τῆς παρῳχημένης νυκτὸς ἰδεῖν κατὰ τοὺς ὕπνους Πομπήϊον, οὐχ ὃν ἑωράκει πολλάκις, ἀλλὰ ταπεινὸν καὶ κατηφῆ, προσδιαλεγόμενον αὐτῷ. καὶ ταῦτα τοῖς συμπλέουσιν ἐτύγχανε διηγούμενος, ὡς δὴ φιλεῖ περὶ πραγμάτων τηλικούτων λόγον ἔχειν ἀνθρώπους σχολὴν ἄγοντας.