Ancient Greek · ~9 min
Section 6
Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον 6
Not analysed yet
Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ χάρις εὐμενὴς συμμαρτυροῦσα τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον ἐδόκουν διαφυλάττειν. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον οὐ χαλεπῶς ἔφη τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως· οὕτω τῆς πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη χορηγοῦντος οὐδὲ προδικοῦντος οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ καὶ νεμήσεις καὶ χοροὶ καὶ Μοῖσα καὶ Ἀγλαΐα καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ κεχαρισμένον ἀποδίδωσιν;