Ancient Greek
Section 22
Plutarch, Πολιτικὰ παραγγέλματα 22
Not analysed yet
δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα, τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται ἢ τὸ τοῦ Δημοσθένους, ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος; . ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς.