Ancient Greek · ~10 min
Section 28
Plutarch, Πολιτικὰ παραγγέλματα 28
Not analysed yet
ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατʼ Ἐμπεδοκλέα ᾗ θέμις οὐ καλέουσι, νόμῳ δʼ ἐπίφημι καὶ αὐτός ἐπεὶ τὴν γʼ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δημόκριτος. οὐδὲ γὰρ κυνῶν ἀσπασμὸς οὐδʼ ἵππων εὔνοια θηραταῖς καὶ ἱπποτρόφοις ἀπόβλητον, ἀλλὰ καὶ χρήσιμον καὶ ἡδὺ συντρόφοις καὶ συνήθεσι ζῴοις τοιαύτην ἐνεργάσασθαι διάθεσιν πρὸς αὑτόν, οἵαν ὁ Λυσιμάχου κύων ἐπεδείκνυτο καὶ τῶν Ἀχιλλέως ἵππων ὁ ποιητὴς διηγεῖται περὶ τὸν Πάτροκλον οἶμαι δʼ ἂν καὶ τὰς μελίττας ἀπαλλάττειν βέλτιον, εἰ τοὺς τρέφοντας καὶ θεραπεύοντας ἀσπάζεσθαι καὶ προσίεσθαι μᾶλλον ἢ κεντεῖν καὶ χαλεπαίνειν ἐβούλοντο νυνὶ δὲ ταύτας μὲν καπνῷ κολάζουσιν, ἵππους δʼ ὑβριστὰς καὶ κύνας ἀποστάτας κλοιοῖς καὶ χαλινοῖς ἄγουσιν ἠναγκασμένους· ἄνθρωπον δʼ ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλʼ ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης παρίστησιν. καὶ Δημοσθένης ὀρθῶς μέγιστον ἀποφαίνεται πρὸς τοὺς τυράννους φυλακτήριον ἀπιστίαν ταῖς πόλεσι· τοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν. ὥσπερ οὖν τῆς Κασάνδρας ἀδοξούσης ἀνόνητος ἦν ἡ μαντικὴ τοῖς πολίταις ἄκραντα γάρ με φησίν ἔθηκε θεσπίζειν θεός, καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι· οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δʼ ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν ὡς ὅτε μήτηρ παιδὸς ἐέργει μυῖαν, ὅθʼ ἡδέι λέξεται ὕπνῳ,ʼ ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν · πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς ἄρχουσι καὶ ὅλως, ὅταν ἀλήθεια καὶ ἀρετὴ προσγένηται, φορόν ἐστι πνεῦμα καὶ βέβαιον ἐπὶ τὴν πολιτείαν. σκόπει δὲ τὴν ἐναντίαν καταμανθάνων διάθεσιν ἐν τοῖς παραδείγμασι. τοὺς μὲν γὰρ Διονυσίου παῖδας καὶ τὴν γυναῖκα καταπορνεύσαντες οἱ περὶ τὴν Ἰταλίαν ἀνεῖλον, εἶτα καύσαντες τὰ σώματα τὴν τέφραν κατέσπειραν ἐκ πλοίου κατὰ τῆς θαλάττης. Μενάνδρου δέ τινος ἐν Βάκτροις ἐπιεικῶς βασιλεύσαντος εἶτʼ ἀποθανόντος ἐπὶ στρατοπέδου, τὴν μὲν ἄλλην ἐποιήσαντο κηδείαν κατὰ τὸ κοινὸν αἱ πόλεις, περὶ δὲ τῶν λειψάνων αὐτοῦ καταστάντες εἰς ἀγῶνα μόλις συνέβησαν, ὥστε νειμάμενοι μέρος ἴσον τῆς τέφρας ἀπελθεῖν, καὶ γενέσθαι μνημεῖα παρὰ πᾶσι τάνδρός. αὖθις Ἀκραγαντῖνοι μὲν ἀπαλλαγέντες Φαλάριδος ἐψηφίσαντο μηδένα φορεῖν ἱμάτιον γλαύκινον· οἱ γὰρ ὑπηρέται τοῦ τυράννου γλαύκινον ἐχρῶντο περιζώμασι. Πέρσαι δʼ, ὅτι γρυπὸς ἦν ὁ Κῦρος, ἔτι καὶ νῦν ἐρῶσι τῶν γρυπῶν καὶ καλλίστους ὑπολαμβάνουσιν.