Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Ποπλικόλας 15.5
Not analysed yet
ὁ μέντοι θαυμάσας τοῦ Καπιτωλίου τὴν πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν ἢ βασιλικὴν ἢ βαλανεῖον ἢ παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμενον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον, οὐ φιλάνθρωπος τύ γʼ ἐσσʼ· ἔχεις νόσον χαίρεις διδούς, τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη· οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γʼ ἐσσί· ἔχεις νόσον χαίρεις κατοικοδομῶν, ὥσπερ ὁ Μίδας ἐκεῖνος, ἅπαντά σοι χρυσᾶ καὶ λίθινα βουλόμενος γίνεσθαι. ταῦτα μὲν οὖν περὶ τούτων.