Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Ποπλικόλας 16.1
Not analysed yet
ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην ἐν ᾗ καὶ τὸν υἱὸν ἀπώλεσε μονομαχήσαντα Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευσε Λάραν Πορσίναν, ἄνδρα καὶ δύναμιν μεγίστην ἔχοντα τῶν Ἰταλικῶν βασιλέων καὶ δοκοῦντα χρηστὸν εἶναι καὶ φιλότιμον ὁ δʼ ὑπέσχετο βοηθήσειν. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον ὡς δʼ οὐχ ὑπήκουσαν οἱ Ῥωμαῖοι, καταγγείλας αὐτοῖς πόλεμον καὶ χρόνον ἐν ᾧ καὶ τόπον εἰς ὃν ἔμελλεν ἐμβαλεῖν, ἀφίκετο μετὰ πολλῆς δυνάμεως.