Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Ποπλικόλας 7.3
Not analysed yet
ἀγανακτοῦντος δὲ τοῦ ὑπάτου καὶ κελεύοντος ἀπάγεσθαι τὸν Οὐινδίκιον, οἱ μὲν ὑπηρέται διωσάμενοι τὸν ὄχλον ἥπτοντο τοῦ ἀνθρώπου καὶ τοὺς ἀφαιρουμένους ἔτυπτον, οἱ δὲ φίλοι τοῦ Οὐαλλερίου προέστησαν ἀμυνόμενοι· καὶ ὁ δῆμος ἐβόα κελεύων παρεῖναι τὸν Βροῦτον. ἧκεν οὖν αὖθις ὑποστρέψας· καὶ γενομένης αὐτῷ σιωπῆς εἶπεν ὅτι τοῖς μὲν υἱοῖς αὐτὸς ἀποχρῶν ἦν δικαστής, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι ψῆφον δίδωσι· λεγέτω δὲ ὁ βουλόμενος καὶ πειθέτω τὸν δῆμον. οὐκέτι μέντοι λόγων ἐδέησεν, ἀλλὰ τῆς ψήφου δοθείσης πάσαις ἁλόντες ἐπελεκίσθησαν.