Ancient Greek · ~3 min
7.4 to 7.5
Plutarch, Ποπλικόλας 7.4-5
Not analysed yet
ὁ δὲ Κολλατῖνος ἦν μὲν, ὡς ἔοικεν, ἐν ὑποψίᾳ τινὶ καὶ διὰ συγγένειαν τῶν βασιλέων, ἤχθοντο δʼ αὐτοῦ καὶ τῷ δευτέρῳ τῶν ὀνομάτων, ἀφοσιούμενοι τὸν Ταρκύνιον. ὡς δὲ καὶ ταῦτα συνέβη, παντάπασι προσκρούσας ἀφῆκε τὴν ἀρχὴν ἑκὼν καὶ τῆς πόλεως ὑπεξῆλθεν. οὕτω δὴ πάλιν ἀρχαιρεσιῶν γενομένων ὕπατος ἀπεδείχθη λαμπρῶς ὁ Οὐαλλέριος, ἀξίαν ἀπολαβὼν τῆς προθυμίας χάριν· ἧς οἰόμενός τι δεῖν ἀπολαῦσαι τὸν Οὐινδίκιον ἐψηφίσατο πρῶτον ἀπελεύθερον ἐκεῖνον ἐν Ῥώμῃ γενέσθαι πολίτην καὶ φέρειν ψῆφον ᾗ βούλοιτο φρατρίᾳ προσνεμηθέντα. τοῖς δʼ ἄλλοις ἀπελευθέροις ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐξουσίαν ψήφου δημαγωγῶν ἔδωκεν Ἄππιος ἡ δὲ παντελὴς ἀπελευθέρωσις ἄχρι νῦν οὐινδίκτα λέγεται διʼ ἐκεῖνον, ὥς φασι, τὸν Οὐινδίκιον.