Ancient Greek
Book 1, πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα Ἔρως διδάσκει.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 1.1-5
Not analysed yet
πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα μούσαις εὐφώνοις ἰᾶσθαι φησὶ τὸν ἔρωτα Φιλόξενος. ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων ἴτην αὐτὸν καί παντὸς ἐπιχειρητὴν ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δʼ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους μάλιστα φωνὰς ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος; ἀναθυμιᾶται. καὶ μὴν ἣδιστα τοὺς ἐρωμένους ὁρῶντες οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι θεατὴν εἰς τὸ δωμάτιον τὸν τὴν οὐ βούλονται γὰρ ὑπʼ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.