Ancient Greek · ~7 min
Book 1, πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα Ἔρως διδάσκει.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 1.2-4
Not analysed yet
ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται· μανίαι τʼ ἀλαλαὶ τʼ ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι μέτρα καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν αἵ τε βακχεῖαι ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως παρέχεται τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὒτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους πόλιν ἰδεῖν ἔστιν ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.