Ancient Greek
Book 2, Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.11
Not analysed yet
ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων ἐκείνοις· οἷον ἄν τις σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης ὑπὸ τοῦ Κύρου τί δʼ, ἂν σʼ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ; ἀλλʼ οὐκ ἀκούσεται εἶπεν ὄψεται δʼ αὐτὴ παροῦσα.