Ancient Greek · ~5 min
Book 2, Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.12
Not analysed yet
ποιεῖ δʼ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· ὅταν εἰς πενίαν λέγῃ πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα· δοκεῖ δʼ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης, πῶς ἐκ τῶν λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθʼ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτʼ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα καὶ τὴν Ἀγάθωνος ἀπόλειψιν· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν ἐδίδαξεν.