Ancient Greek · ~7 min
Book 2, Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.3
Not analysed yet
καὶ μὴν ὃ γʼ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν. ὁ δʼ Εὐριπίδης τοὐναντίον ὡς ἡδὺ μεμνῆσθαι πόνων οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ φέρουσι. τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν μαθήμασιν ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δʼ ἀφʼ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δʼ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο. τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους. ὦ Νέστορ Νηληιάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες, πῶς ἔθανʼ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ; πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος, οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. ὅλως δʼ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλʼ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλʼ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις.